TLG 1642 001 :: Pseudo–PTOLEMAEUS :: Fructus sive centiloquium

Pseudo–PTOLEMAEUS
(p. A.D. 2)

Fructus sive centiloquium

Source: Boer, E. (ed.), Claudii Ptolemaei opera quae exstant omnia, vol. 3.2, 2nd edn. Leipzig: Teubner, 1961: 37–61.

Citation: Section — (line)

T

Ο ΚΑΡΠΟΣ

P

(T1)

ΠΡΟΟΙΜΙΟΝ
2 Προεκθέμενοι, ὦ Σῦρε, τὰς ἐνεργείας τῶν ἀστέρων τὰς ἐν τῷ συνθέτῳ διενεργουμένας κόσμῳ καὶ πολὺ λυσιτελού‐ σας πρὸς τὴν πρόγνωσιν, καὶ τὸ παρὸν ἐξεθέμεθα πόνημα,
5ὅπερ καρπός ἐστι τῶν βιβλίων ἐκείνων, γυμνασθὲν διὰ πείρας. δεῖ οὖν τὸν μέλλοντα τοῦτο μετιέναι πρότερον διελθεῖν τὰς τῆς ἐπιστήμης ἁπάσας μεθόδους, εἶτα πρὸς τὴν ἀνάγνωσιν τούτου χωρῆσαι.

1

Ἀπὸ σοῦ καὶ ἀπὸ τῆς ἐπιστήμης οὐ γάρ ἐστι δυνατὸν τῷ ἐπιστήμονι τὰς μερικὰς ἰδέας τῶν πραγμάτων ἀναγ‐ γεῖλαι, ὥσπερ οὐδὲ ἡ αἴσθησις δέχεται τὴν μερικὴν ἰδέαν
τοῦ αἰσθητοῦ ἀλλά τινα γενικήν. καὶ δεῖ τὸν μετιόντα37
5καταστοχάζεσθαι τῶν πραγμάτων· μόνοι γὰρ οἱ ἐνθου‐ σιῶντες προλέγουσι καὶ τὰ μερικά.

2

Ὅτε ἐπιζητήσει τὸ κρεῖττον ὁ βουλόμενος, οὐκ ἔσται μεταξὺ αὐτοῦ καὶ τῆς ἰδέας τοῦ πράγματος διαφορά τις.

3

Ὁ πρός τι πρᾶγμα ἐπιτήδειος ἕξει πάντως καὶ τὸν δη‐ λοῦντα ἀστέρα τοιοῦτον ἐνδύναμον ἐν τῷ ἰδίῳ γενεθλίῳ.

4

Ἡ ἐπιτηδεία ψυχὴ πρὸς πρόγνωσιν πλέον ἐπιτυγχάνει τοῦ ἀληθοῦς ἢ ὁ ἄκρως ἀσκήσας τὴν ἐπιστήμην.

5

Δύναται ὁ ἐπιστήμων πολλὰς ἀποτρέψασθαι ἐνεργείας τῶν ἀστέρων, ὅτε ἐστὶν εἰδήμων τῆς φύσεως αὐτῶν, καὶ προπαρασκευάσαι ἑαυτὸν πρὸ τῆς συμπτώσεως τῶν ἐνερ‐ γειῶν.

6

Τότε ὠφελεῖ ἡ ἐπιλογὴ τῶν ἡμερῶν καὶ τῶν ὡρῶν, ὅτε ἐστὶν ὁ καιρὸς εὔθετος. εἰ γὰρ ἐναντίος ἐστίν, οὐδὲν λυσιτε‐
λήσει, εἰ τάχα καὶ πρὸς ἀγαθὴν ἐφορᾷ ἔκβασιν.38

7

Οὐ δύναταί τις καταλαβεῖν τὰς κράσεις τῶν ἀστέρων, εἰ μὴ πρότερον διαγνῷ τὰς διαφορὰς καὶ τὰς κράσεις τὰς φυσικάς.

8

Ἡ σοφὴ ψυχὴ συνεργεῖ τῇ οὐρανίᾳ ἐνεργείᾳ ὥσπερ ὁ ἄριστος γεωργὸς συνεργεῖ τῇ φύσει διὰ τῆς ἀροτριάσεως καὶ ἀνακαθάρσεως.

9

Τὰ ἐν τῇ γενέσει καὶ φθορᾷ εἴδη πάσχει ὑπὸ τῶν οὐρανίων εἰδῶν. καὶ διὰ τοῦτο χρῶνται τούτοις οἱ στοι‐ χειωματικοὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων σκοποῦντες ἐπ’ αὐτά.

10

Χρῶ ἐν ταῖς ἐπιλογαῖς τῶν ἡμερῶν καὶ τῶν ὡρῶν τοῖς κακοποιοῖς, ὥσπερ ὁ ἄριστος ἰατρὸς τοῖς δηλητηρίοις πρὸς θεραπείαν συμμέτρως.

11

Μὴ πρότερον ἐπιλέξῃ ἡμέραν καὶ ὥραν, πρὶν ἂν διαγνῷς τὴν ποιότητα τοῦ προκειμένου πράγματος.

12

Ἡ φιλία καὶ τὸ μῖσος κωλύουσι τὸ προβαίνειν ἀληθῆ τὰ ἀποτελέσματα· ἐλαττοῦσι γὰρ τὰ μέγιστα καὶ μεγα‐
λύνουσιν τὰ σμικρότατα.39

13

Ὅτε δηλώσει ἡ οὐρανία δύναμίς τι, χρῶ συνεργοῖς καὶ τοῖς φθαρτικοῖς ἄστροις ἤτοι τοῖς δευτερείοις.

14

Ὢ πόσα σφάλλεται ὁ ἐπιστήμων, ὅτε ὁ ἕβδομος τόπος καὶ ὁ κύριος αὐτοῦ ὦσι κεκακωμένοι.

15

Οἱ ὡροσκόποι τῶν ἐχθρῶν τῆς βασιλείας εἰσὶ τὰ ἀπο‐ κεκλικότα ζῴδια ἀπὸ τοῦ ὡροσκόπου αὐτῆς, οἱ δὲ ὡρο‐ σκόποι τῶν οἰκείων εἰσὶ τὰ κέντρα, καὶ οἱ ὡροσκόποι τῶν ἐν αὐτῇ ἀναστρεφομένων εἰσὶν αἱ ἐπαναφοραί. τὸ αὐτὸ καὶ
5ἐπὶ τῶν δογμάτων.

16

Ὅτε κυριεύουσιν οἱ ἀγαθοποιοὶ τοῦ ὀγδόου τόπου, ἐπ‐ άγουσι τὴν βλάβην ἀπὸ ἀνδρῶν ἀγαθῶν, εἰ δὲ ἀγαθύνον‐ ται, ἀπαλλάττουσι ταύτης.

17

Ὅτε ἀποτελεῖς περὶ ζωῆς γέροντος, μὴ πρότερον ἀπο‐ τελέσῃς, πρὶν ἂν καταμετρήσῃς, ὁπόσα ἐνδέχεται τοῦτον
ἔτη ζῆσαι.40

18

Ὅτε οἱ δύο φωστῆρες ἐν ἑνὶ λεπτῷ εἰσιν, ὡροσκοπεῖ δὲ καὶ ἀγαθοποιός, ἐν πᾶσιν ἔσται εὐτυχὴς τοῖς ἀνὰ χεῖρα ὁ γεννώμενος· ὡσαύτως καὶ εἰ διαμετροῦσιν ἀλλήλοις ἀπὸ τοῦ ὡροσκόπου καὶ τοῦ δύνοντος. εἰ δὲ κακοποιός ἐστιν
5ἐν τῷ ὡροσκόπῳ, νόει τὸ ἐναντίον.

19

Ἀμβλύνεται ἡ τοῦ καθαρσίου ἐνέργεια τῆς σελήνης συνοδευούσης τῷ Διί.

20

Μὴ ἅψῃ μορίου διὰ σιδήρου σελήνης ἐπεχούσης τὸ ζῴδιον, ὃ κυριεύει τοῦ μορίου ἐκείνου.

21

Τῆς σελήνης οὔσης ἐν τῷ Σκορπίῳ ἢ τοῖς Ἰχθύσι καὶ τοῦ κυρίου τοῦ ὡροσκόπου συνάπτοντος ἀστέρι ὑπὸ γῆν ὄντι, ἀγαθὸν καθαρσίοις χρῆσθαι· εἰ δὲ συνάπτει ἀστέρι ὑπὲρ γῆν ὄντι, ἐμέσει τὸ καθάρσιον ὁ πιών.

22

Μὴ χρῶ μήτε κόψῃς ἱμάτιον τῆς σελήνης οὔσης ἐν τῷ
Λέοντι. εἰ δὲ κεκακωμένη ᾖ, μεῖζον τὸ κακόν.41

23

Ὁ συσχηματισμὸς τῆς σελήνης πρὸς τοὺς ἀστέρας ποιεῖ εὐκίνητον τὸν γεννώμενον, καὶ εἴ γε δυνατοὶ ὑπάρχουσιν οἱ ἀστέρες, δηλοῖ ἐπιτευκτικὴν τὴν κίνησιν. εἰ δὲ ἀσθενεῖς, ἄπρακτον.

24

Ἡ ἔκλειψις τῶν φώτων ἐν τοῖς κέντροις τοῖς γενεθλιακοῖς γινομένη ἢ τοῖς τῶν ἐναλλαγῶν τῶν ἐτῶν βλαβερά· λάμ‐ βανε δὲ τὸν χρόνον ἀπὸ τῆς μεταξὺ διαστάσεως τοῦ ὡρο‐ σκόπου καὶ τοῦ τόπου τῆς ἐκλείψεως. καὶ ὥσπερ λαμβά‐
5νεις τοὺς χρόνους ἀπὸ τῶν ὡρῶν τῆς ἡλιακῆς ἐκλείψεως, οὕτως καὶ τοὺς μῆνας ἀπὸ τῶν ὡρῶν τῆς σεληνιακῆς ἐκλείψεως.

25

Ποίησον τὸν περίπατον τοῦ ἐπικρατήτορος, ὅτε ἐστὶν ἐν τῷ μεσουρανήματι, διὰ τῶν ἀναφορῶν τῆς ὀρθῆς σφαί‐ ρας, ὅτε δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ, διὰ τῶν ἀναφορῶν τοῦ κλίματος.

26

Κρύπτεται πάνυ τὸ πρᾶγμα, ὅτε ὁ δηλῶν αὐτὸ ἀστὴρ
συνοδεύει τῷ ἡλίῳ ἢ ὑπὸ γῆν ἐστιν ἢ ἐν τόπῳ ἀνοικείῳ. φανερὸν δέ ἐστι τὸ πρᾶγμα, ὅτε ἀπὸ ταπεινώματος ἀνα‐ φέρεται ἐπὶ τὸ ὕψωμα καὶ ὑπάρχει ἐν κέντρῳ οἰκείῳ.42

27

Ἡ Ἀφροδίτῃ περιποιεῖται τῷ γεννωμένῳ ἡδονὴν ἐν τῷ μορίῳ, οὗ κυριεύει τὸ ζῴδιον, ἐν ᾧ ὑπάρχει· τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.

28

Ὅτε οὐ δυνηθῇς ποιῆσαι τὴν σελήνην συνοδεύειν ἄστροις δυσί, ποίησον ταύτην συνοδεύειν ἀπλανεῖ κρᾶσιν ἔχοντι τῶν δύο.

29

Οἱ ἀπλανεῖς ἀστέρες παρέχουσιν εὐτυχίας ἀλόγους καὶ παραδόξους, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον ἐπισφραγίζουσι ταύ‐ τας δυστυχίαις.

30

Ἰδὲ ἐν ταῖς ἀναγορεύσεσι τῶν βασιλέων· εἰ συμφωνεῖ ὁ ὡροσκόπος τῆς ἀναγορεύσεως τῷ ὡροσκόπῳ τῆς γεννή‐ σεως τοῦ παιδὸς τοῦ βασιλέως, γενήσεται ὁ τοιοῦτος διά‐ δοχος τῆς βασιλείας.

31

Ὅτε ὁ ἐπικρατήτωρ τῆς βασιλείας εἰς κλιμακτηρικὸν
τόπον ἐμπέσῃ, τελευτήσει ὁ τηνικαῦτα βασιλεὺς ἢ ἄρχων τις μέγας ἐν αὐτῇ, καὶ ἢν εὑρεθῇ ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους τῆς βασιλείας ἀστὴρ ἐν τῷ ζῳδίῳ τοῦ καταντήματος, μέγας43
5τις κατὰ τὴν φύσιν τοῦ τοιούτου ἀστέρος.

32

Τὴν ὁμόνοιαν ποιεῖται μεταξὺ δύο ὁ σύμφωνος μετα‐ σχηματισμὸς τῶν ἀστέρων τῶν δηλούντων τὸ εἶδος τοῦ πράγματος, ἐφ’ ᾧ συνέστη ἡ φιλία ἐν ἑκατέρῳ τῶν γε‐ νεθλίων.

33

Ἡ φιλία καὶ τὸ μῖσος λαμβάνονται ἔκ τε τῆς συμφωνίας καὶ ἀσυμφωνίας τῶν φωστήρων καὶ τῶν ὡροσκόπων ἑκα‐ τέρου γενεθλίου, ἐπιτείνει δὲ τὴν φιλίαν τὰ ὑπακούοντα.

34

Ὁ ἐπικρατήτωρ ἢ ὁ οἰκοδεσπότης τῆς συνόδου ἐπίκεν‐ τρος τυχὼν δηλοῖ πάντα τὰ γινόμενα ἐν ἐκείνῳ τῷ μηνί.

35

Ὅτε καταντήσει ὁ ἥλιος εἰς τόπον τινὸς ἀστέρος, κινεῖ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐν τῷ ἀέρι.

36

Χρῶ συνεργοῖς τοῖς ἀπλανέσιν ἐν ταῖς οἰκοδομαῖς τῶν
πόλεων, τοῖς δὲ πλανήταις ἐν ταῖς οἰκοδομαῖς τῶν οἴκων. καὶ πάσης πόλεως ἐχούσης τὸν Ἄρη μεσουρανοῦντα οἱ βασιλεῖς σπάθῃ ἀναιροῦνται ὡς ἐπὶ τὸ πλεῖστον.44

37

Οἱ ἔχοντες ὡροσκόπον τὴν Παρθένον ἢ τοὺς Ἰχθῦς ἔσον‐ ται αἴτιοι τῆς ἑαυτῶν ἐξουσίας, οἱ δὲ ἔχοντες ὡροσκόπον τὸν Κριὸν ἢ Ζυγὸν αἴτιοι ἔσονται τοῦ ἑαυτῶν θανάτου. καὶ τῷ αὐτῷ τρόπῳ συλλογίζου καὶ ἐπὶ τῶν λοιπῶν
5ζῳδίων.

38

Ὅτε ὁ Ἑρμῆς ὑπάρχει ἔν τινι τῶν οἴκων τοῦ Κρόνου καί ἐστι ἐνδύναμος, δίδωσι τῷ γεννηθέντι στοχαστικὴν διάνοιαν καὶ ἀκριβῆ τῶν πραγμάτων, ἐν δὲ τῷ οἴκῳ τοῦ Ἄρεως δίδωσιν εὐγλωττίαν καὶ μάλιστα ἐν τῷ Κριῷ.

39

Ἡ κάκωσις τοῦ ἑνδεκάτου τόπου ἐν τῇ ἀναγορεύσει τοῦ βασιλέως δηλοῖ βλάβην τῶν οἰκείων αὐτοῦ, ἡ δὲ τοῦ δευτέ‐ ρου κάκωσις δηλοῖ βλάβην τῆς ποίμνης αὐτοῦ.

40

Ὅτε ἐπισχεθῇ ὁ ὡροσκόπος παρὰ κακοποιῶν, ἡδύνεται ὁ γεννηθεὶς αἰσχροῖς πράγμασι καὶ τὰς δυσώδεις ὀσμὰς
ἀποδέχεται.45

41

Παραφυλάττου τὴν κάκωσιν τοῦ ὀγδόου καὶ τοῦ κυρίου αὐτοῦ ἐν τῷ καιρῷ τῆς ἀποδημίας, τὴν δὲ τοῦ δευτέρου καὶ τοῦ κυρίου αὐτοῦ ἐν τῷ καιρῷ τῆς εἰσελεύσεως.

42

Ὅτε νόσος ἄρξεται τῆς σελήνης οὔσης ἐν ζῳδίῳ, ἐν ᾧ ἦν τις κακοποιὸς ἐν τῇ γεννήσει ἢ ἐν τῷ τετραγώνῳ αὐτοῦ ἢ ἐν τῷ διαμέτρῳ, ἔσται δυσχερεστάτη. εἰ δὲ κακοποιὸς ἐπιβλέπει, ἐπικίνδυνος· εἰ δὲ ἐν τόπῳ ἐστίν, ἔνθα ἦν ἐν
5τῇ γεννήσει ἀγαθοποιός, ἔσται ἀκίνδυνος.

43

Τὰ κακοποιὰ σχήματα τοῦ ἔθνους ἐπιτείνουσιν οἱ κατὰ πάροδον ἐναντίοι σχηματισμοί.

44

Ὅτε ὁ ὡροσκόπος τοῦ ἀρρώστου ἐναντιοῦται τοῖς σχή‐ μασι τοῦ γενεθλίου αὐτοῦ καὶ μὴ καταντήσει ὁ χρόνος
ἐπέκεινα, ἐναντίον ἐστίν.46

45

Πᾶς ἄνθρωπος μὴ ἔχων τοὺς ἐπικρατήτορας τοῦ γε‐ νεθλίου αὐτοῦ ἢ τὸν ὡροσκόπον ἐν ἀνθρωποειδέσι ζῳδίοις, ἔσται ἀπεξενωμένος 〈ἀνθρώποισ〉.

46

Αἱ μεγάλαι εὐτυχίαι ἐν τοῖς γενεθλίοις ἀπὸ τῶν ἀπλα‐ νῶν γίνονται καὶ τῶν κέντρων τῶν συνόδων καὶ ἀπὸ τοῦ τόπου τοῦ κλήρου τῆς τύχης τῆς βασιλείας, ὅτε τύχῃ ὁ ὡροσκόπος ἐν αὐτοῖς.

47

Ὅτε ἐμπέσῃ ἐν γενεθλίῳ κακοποιὸς ἐν τόπῳ ἀγαθο‐ ποιοῦ ἐν ἑτέρῳ γενεθλίῳ, βλαβήσεται ὁ ἔχων τὸν ἀγαθο‐ ποιὸν παρὰ τοῦ ἔχοντος τὸν κακοποιόν.

48

Ὅτε τύχῃ τὸ μεσουράνημα τοῦ κυρίου 〈ὢν ὁ〉 ὡροσκό‐ πος τοῦ ὑποχειρίου καὶ οἱ ἐπικρατήτορες φιλίῳ συσχη‐ ματισθῶσι σχήματι, ἐπὶ πολὺν χρόνον ἀχώριστοι διαρκέ‐ σουσι, τὸ αὐτὸ δὲ καὶ εἰ ὁ ἕκτος τόπος τοῦ δούλου τύχῃ
5〈ὢν ὁ〉 ὡροσκόπος τοῦ δεσπότου.47

49

Ὅτε ὁ ὡροσκόπος τοῦ ὑποχειρίου ὑπάρχει μεσουράνημα ἐν 〈τῷ〉 γενεθλίῳ τοῦ κυρίου, ἐμπιστευθήσεται ὁ κύριος τῷ ὑποχειρίῳ ἐκείνῳ.

50

Μὴ παραδράμῃς τὰς ριθ συνόδους τῶν πλανήτων· ἐν αὐταῖς γὰρ κεῖται ἡ γνῶσις τῶν γινομένων ἐν τῷ κόσμῳ, τῆς γενέσεως καὶ τῆς φθορᾶς.

51

Ἔνθα ἐστὶν ἡ σελήνη ἐν τῷ καιρῷ τῆς γεννήσεως,
ἐκεῖνο τὸ ζῴδιον ὡροσκόπησεν ἐν τῇ σπορᾷ· καὶ ἔνθα ἐπὶ τῆς σπορᾶς τύχοι, ἐκεῖνο ἐν τῇ ἀποκυήσει ὡροσκο‐ πήσει.48

52

Τῶν μακρῶν ἀνδρῶν οἱ οἰκοδεσπόται τῆς γεννήσεως ἐν τοῖς ἀπογείοις εἰσὶ καὶ ὡροσκόποι τούτων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων. τῶν δὲ κολοβῶν ἐν τοῖς περιγείοις συνεξετα‐ ζομένων αὐτοῖς καὶ τῶν πολυαναφόρων καὶ ὀλιγοαναφό‐
5ρων ζῳδίων.

53

Τῶν ἰσχνῶν οἱ οἰκοδεσπόται πλάτος οὐκ ἔχουσι, τῶν δὲ παχέων πλάτος ἔχουσι, καὶ εἰ μέν ἐστι τὸ πλάτος νότιον, εὐκίνητοι ἔσονται, εἰ δὲ βόρειον, δυσκίνητοι.

54

Οἱ οἰκοδεσπόται ἐπὶ κτισμάτων συνάπτοντες ἄστροις ὑπὸ γῆν ἐμποδίζουσι τῇ ὑψώσει τοῦ κτίσματος.

55

Μειοῦται ἡ βλάβη τοῦ Ἄρεως ἡ εἰς τὰ πλοῖα, ὅτε μὴ μεσουρανεῖ μήτε ἐν τῷ ἑνδεκάτῳ τόπῳ ἐστίν· ἐν γὰρ τού‐
τοις τοῖς τόποις φθείρει τὸ πλοῖον καταδυναστευόντων τῶν ἐν αὐτῷ λῃστῶν, εἰ δὲ καὶ ὁ ὡροσκόπος κακοῦται διά49
5τινος ἀπλανοῦς ἀστέρος τῆς κράσεως ὄντος τοῦ Ἄρεως, καυθήσεται τὸ πλοῖον.

56

Ἐν τῷ πρώτῳ τῆς σελήνης τετραγώνῳ ἐκρέουσιν αἱ ὑγρότητες τῶν σωμάτων μέχρι τοῦ δευτέρου, ἐν δὲ τοῖς λοιποῖς ἐλαττοῦνται.

57

Ὅτε ἴδῃς τὸν ἕβδομον τόπον καὶ τὸν κύριον αὐτοῦ κεκα‐ κωμένον ἐπὶ ἀρρώστου, ἄλλαξαι τὸν ἰατρόν.

58

Ἰδὲ τὸν τόπον τῆς συνόδου ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ ὡρο‐ σκόπου τοῦ χρόνου· τὸ γὰρ σύμπτωμα τότε ἔσται, ὅτε κατ‐ αντήσει ἐκεῖσε ὁ περίπατος.

59

Μὴ ἀπόφηνον περὶ ἀποδημοῦντος ὅτι ἐτελεύτησε, πρὶν ἂν σκοπήσῃς, ὅτι οὐ μεθύει, μηδ’ ὅτι ἐστὶ τετρωμένος, πρὶν ἂν ἐξετάσῃς, μήποτε ἐφλεβοτομήθη, μηδ’ ὅτι εὗρε πλοῦτον, πρὶν ἂν ἐρευνήσῃς, μήποτε παρακαταθήκην
5ἔλαβεν· ὁμοιοῦσι γὰρ ἐπὶ τούτων τὰ σχήματα.50

60

Ἐπὶ τῶν ἀρρώστων βλέπε τὰς κρισίμους ἡμέρας καὶ τὴν ἐποχὴν τῆς σελήνης ἐν ταῖς γωνίαις τοῦ ἑξκαιδεκα‐ έδρου· ὅτε γὰρ εὕρῃς τὰς τοιαύτας γωνίας ἀκακώτους, καλὸν ἔσται τῷ νοσοῦντι, εἰ δὲ κεκακωμένας, ἐναντίον.

61

Ἡ σελήνη δηλοῖ τὰ τοῦ σώματος ὡς ὁμοιοῦντος αὐτῇ κατὰ τὴν κίνησιν.

62

Ὅτε ποιήσεις τὸ λεπτὸν τῆς συνόδου ἀρχήν, δύνασαι ἀποτελέσαι περὶ τῆς μεταβολῆς τῶν ἀέρων ἐν ἐκείνῳ τῷ μηνί. τὸ γὰρ ἀποτέλεσμα ἔσται κατὰ τὸν ἐπικρατήτορα τῆς γωνίας ἑκάστου σχήματος. νικᾷ γὰρ οὗτος τὴν φύσιν
5τοῦ ἀέρος προσλαμβάνων ἐν τούτοις καὶ τὴν κρᾶσιν τοῦ ἐνεστῶτος καιροῦ.

63

Ἰδέ, ὅτε συνοδεύει ὁ Κρόνος καὶ ὁ Ζεύς, τίς τούτων καθυπερτερεῖ, καὶ κατὰ τὴν φύσιν ἐκείνου ἀποτέλεσον. τὸ αὐτὸ ποίησον καὶ ἐπὶ τῶν λοιπῶν εἴκοσι συνόδων.

64

Ἐν τῇ ἐλαχίστῃ συνόδῳ ἡ διαφορὰ τῆς μέσης συνόδου
καὶ ἐν τῇ μέσῃ ἡ διαφορὰ τὴς μεγίστης συνόδου.51

65

Ὅτε ἴδῃς ἐν τῇ ἐρωτήσει ἐπικρατήτορα, ἰδὲ ποίαν δύ‐ ναμιν ἔχει οὗτος ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους ἢ τοῦ ὡρο‐ σκόπου τῆς συνόδου, καὶ πρὸς τὰ τοιαῦτα ἀποφαίνου.

66

Μὴ μόνῳ τῷ περιπάτῳ χρῶ, ἀλλὰ καὶ ταῖς δόσεσιν τῶν ἀστέρων καὶ ταῖς λήψεσιν.

67

Ἐλαττοῦνται αἱ δόσεις τῶν 〈ἀστέρων〉 δι’ ἀδυναμίαν τοῦ δεχομένου αὐτάς.

68

Ὅτε ἐστὶν ὁ κακοποιὸς ἑῷος, δηλοῖ συμπτώματα· εἰ δὲ ἑσπέριος, δηλοῖ νόσους.

69

Ὅτε διαμετρεῖ ἡ σελήνη τὸν ἥλιον καὶ συνοδεύει νεφε‐
λοειδέσιν ἀστράσιν, σίνος περὶ τὰς ὄψεις γίνεται. καὶ ὅτε ἐν τῷ δυτικῷ κέντρῳ ἐστὶν ἡ σελήνη, οἱ δὲ δύο κακο‐ ποιοὶ ἐν τῷ ἀνατολικῷ, ὁ δὲ ἥλιος ἐπίκεντρος, τυφλω‐52
5θήσεται.

70

Ἐπὶ τῶν ἐνθουσιώντων οὐ συνάπτει ἡ σελήνη τῷ Ἑρμῇ οὐδὲ ἑκάτερος τῷ ὡροσκόπῳ, ἐπὶ τῶν δαιμονιζομένων πρὸς τούτῳ τῷ σχήματι ἐπίκεντρος ἔσται ὁ Κρόνος νυ‐ κτός, ὁ δὲ Ἄρης ἡμέρας, καὶ μάλιστα ἐν τῷ Καρκίνῳ καὶ
5τῇ Παρθένῳ καὶ τοῖς Ἰχθύσι.

71

Ἐν τῇ γεννήσει τῶν ἀνδρῶν ὅτε εἰσὶν οἱ δύο φωστῆρες ἐν ἀρσενικοῖς ζῳδίοις, γίνονται αἱ ἐνέργειαι αὐτῶν κατὰ φύσιν, ἐπὶ δὲ τῶν γυναικῶν ἐπιτείνονται αἱ τοιαῦται ἐνέρ‐ γειαι· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ Ἄρεως καὶ ἐπὶ τῆς Ἀφροδίτης
5ἑῷοι γὰρ ὄντες ἀρρενοῦνται, ἑσπέριοι δὲ θηλύνονται.

72

Λάμβανε τὰ τῆς ἀνατροφῆς ἀπὸ τῶν τριγωνοκρατόρων τοῦ ὡροσκόπου, τὰ δὲ τοῦ βίου ἀπὸ τῶν τριγωνοκρατό‐ ρων τοῦ αἱρετικοῦ φωτός.

73

Ὅτε τύχῃ ὁ Ἄρης μετὰ τῆς κεφαλῆς τῆς Γοργόνος μὴ
ἐφορώμενος ὑπὸ ἀγαθοποιοῦ, μήτε μὴν ἀγαθοποιὸς ὑπάρχῃ ἐν τῷ ὀγδόῳ, διαμετρῇ δὲ ὁ κύριος τοῦ αἱρετικοῦ φωτὸς τὸν Ἄρη ἢ τετραγωνίζῃ, ἀποκεφαλισθήσεται ὁ γεννηθείς.53
5εἰ δὲ μεσουρανεῖ ὁ φωστήρ, καὶ σταυρωθήσεται τὸ σῶμα αὐτοῦ· εἰ δὲ ἡ συναφὴ γένηται ἀπὸ τῶν Διδύμων ἢ τῶν Ἰχθύων, κοπήσονται αἱ χεῖρες αὐτοῦ καὶ οἱ πόδες.

74

Πᾶς ὁ ἔχων τὸν Ἄρη ὡροσκοποῦντα, ἕξει πάντως καὶ οὐλὴν ἐν τῷ προσώπῳ αὐτοῦ.

75

Ὅτε συνοδεύει ὁ Ἄρης τῷ κυρίῳ τοῦ ὡροσκόπου ἐν τῷ Λέοντι καὶ μὴ ἔχῃ ὁ Ἄρης οἰκοδεσποτίαν τινὰ ἐν τῷ ὡρο‐ σκόπῳ μήτε μὴν ἐν τῷ ὀγδόῳ τόπῳ, καυθήσεται ὁ γεν‐ νηθείς.

76

Ὅτε μεσουρανεῖ ὁ Κρόνος καὶ διαμετρεῖ τοῦτον ὁ αἱρε‐ τικὸς φωστὴρ καὶ ὑπάρχει τὸ ὑπόγειον γεῶδες ζῴδιον, τελευτήσει ὁ γεννηθεὶς ἀπὸ συμπτώματος οἰκημάτων· εἰ
δὲ ὑδατῶδές ἐστι τὸ ζῴδιον, πνιγήσεται ἐν ὕδατι ὁ γεννη‐54
5θείς· εἰ δὲ ἀνθρωποειδές ἐστιν, παρ’ ἀνθρώπων πνιγή‐ σεται ἢ ἀγχόνῃ ἢ μάστιξι τελευτήσει· εἰ δέ ἐστιν ἐν τῷ ὀγδόῳ ἀγαθοποιὸς ἐγγὺς τούτων γενόμενος, οὐκ ἀποθα‐ νεῖται.

77

Ποίησον τὸν περίπατον τοῦ ὡροσκόπου διὰ τὰ σωμα‐ τικά, τὸν δὲ κλῆρον τῆς τύχης διὰ τὰ ἐπίκτητα, τὴν δὲ σελήνην διὰ τὴν συναφὴν τοῦ σώματος πρὸς τὴν ψυχήν, τὸ δὲ μεσουράνημα διὰ τὰς πράξεις.

78

Πολλάκις ἐνεργεῖ ἀστὴρ ἐν ᾧ τόπῳ οὐκ ἔχει ἐνέργειαν, κέρδος ἀπροσδόκητον προσφέρων τῷ γεννωμένῳ.

79

Ὅτε ὑπάρχει ὁ Ἄρης ἐν τῷ ἑνδεκάτῳ, οὐ καθαρεύει ὁ τοῦτον οὕτως ἔχων πρὸς τὸν ἴδιον κύριον.

80

Ὅτε συνοδεύει ἡ Ἀφροδίτη τῷ Κρόνῳ καὶ ἔχει οἰκοδε‐ σποτίαν τινὰ ἐν τῷ ἑβδόμῳ, ῥυπαρὸς ἔσται τὴν συνουσίαν ὁ γεννηθείς.

81

Οἱ καιροὶ δι’ ἑπτὰ τρόπων καταλαμβάνονται· ἀπὸ τῆς διαστάσεως τῆς μεταξὺ τῶν δύο ἐπικρατητόρων,
ἀπὸ τῆς διαστάσεως τῶν μεταξὺ αὐτῶν σχηματισμῶν, ἀπὸ τῆς ἐπεμβάσεως τοῦ ἑτέρου πρὸς τὸν ἕτερον,55
5ἀπὸ τῆς διαστάσεως τὴς μεταξὺ τοῦ ἑνὸς αὐτῶν καὶ τοῦ τόπου τοῦ δηλοῦντος τὸ ζητούμενον, ἀπὸ τῆς δόσεως τοῦ ἀστέρος μετὰ τὴν προσθαφαίρεσιν, καὶ ἀπὸ τῶν προποδισμῶν καὶ φάσεων καὶ τῶν ὁμοίων, καὶ ἀπὸ τῆς ἐπεμβάσεως τοῦ ἀστέρος ἐπὶ τὸν οἰκεῖον τόπον.

82

Ὅτε ἐξισάσουσι τὰ σχήματα, ἰδὲ τὸν ὡροσκόπον τῆς συνόδου ἢ τῆς πανσελήνου, εἰ δὲ κἀκεῖνος ἐξισάσει, μὴ σπεύσῃς περὶ τὸ ἀποτέλεσμα.

83

Ὁ καιρὸς τῆς προβολῆς δηλοῖ τὴν μεταξὺ τοῦ προ‐ βληθέντος καὶ τοῦ βασιλέως διάθεσιν, ἡ δὲ καθέδρα δη‐ λοῖ τὰ τῆς πράξεως.

84

Ὅτε ἐστὶν ὁ κύριος τοῦ ὡροσκόπου ἐν τῷ καιρῷ τοῦ προκαθῆσθαι ὁ Ἄρης καὶ ὑπάρχει ἐν τῷ δευτέρῳ καὶ συν‐ άπτει τῷ κυρίῳ τοῦ δευτέρου, πολλὴν ζημίαν ποιήσει.

85

Ὅτε συσχηματισθῇ ὁ κύριος τοῦ ὡροσκόπου τῷ κυρίῳ
τοῦ δευτέρου, ἑκουσίως ὁ ἄρχων ἐξόδους ποιήσει πολλάς.56

86

Ὁ ἥλιος πηγή ἐστιν τῆς ζωτικῆς δυνάμεως, ἡ δὲ σελήνη τῆς φυσικῆς, ὁ δὲ Ζεὺς τῆς αὐξητικῆς, ὁ δὲ Ἄρης τῆς τόλμης, ὁ δὲ Ἑρμῆς τῆς λογικῆς, ἡ δὲ Ἀφροδίτη τῆς ἐπιθυμητικῆς.

87

Αἱ ἐναλλαγαὶ τῶν μηνῶν γίνονται κατὰ ἡμέρας κη καὶ ὥρας β καὶ λεπτὰ ιη ἔγγιστα· τινὲς δὲ ἀπὸ τῆς ἐποχῆς τοῦ ἡλίου κρίνουσιν, ὅτε ἰσόμοιρος γένηται τῇ μοίρᾳ, ἣν ἐπεῖχεν ἐν τῇ καταρχῇ.

88

Ὅτε βουλόμεθα ποιῆσαι τὸν περίπατον τοῦ κλήρου τῆς τύχης ἐν ὅλῳ τῷ ἐνιαυτῷ τῆς ἐναλλαγῆς, λαμβάνομεν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡρο‐ σκόπου.

89

Ἰδὲ τὰ τοῦ πάππου ἀπὸ τοῦ ἑβδόμου τόπου, τὰ δὲ
τοῦ θείου ἀπὸ τοῦ ἕκτου.57

90

Ὅτε ἐπίδῃ ὁ ἐπικρατήτωρ τὸν ὡροσκόπον, τὸ κρυπτό‐ μενον ἔσται κατὰ τὴν φύσιν τοῦ ὡροσκόπου, εἰ δὲ οὐκ ἐπιβλέπει τοῦτον, ἔσται κατὰ τὴν φύσιν τοῦ τόπου, ἐν ᾧ ἐστιν ὁ ἐπικρατήτωρ, καὶ ὁ μὲν διέπων δηλοῖ τὴν χροιὰν
5αὐτοῦ, ὁ δὲ τόπος τῆς σελήνης τὸν χρόνον· εἰ γὰρ ὑπὲρ γῆν ἐστι, νέον ἐστίν, εἰ δὲ ὑπὸ γῆν, παλαιόν· ὁ δὲ κλῆρος τῆς τύχης δηλοῖ τὸ μῆκος αὐτοῦ, εἰ πρόμηκες ἢ βραχύ, ὁ δὲ ὁριοκράτωρ τῆς μοίρας τοῦ τετάρτου καὶ τοῦ μεσου‐ ρανήματος καὶ τῆς σελήνης δηλοῖ τὴν φύσιν αὐτοῦ.

91

Ὅτε ὕπαυγός ἐστιν ὁ ἐπικρατήτωρ τοῦ ἀρρώστου, ση‐ μεῖον κακόν, καὶ μάλιστα, εἰ καὶ ὁ κλῆρος τῆς τύχης βλάπτεται.

92

Τὰ τοῦ ἀρρώστου οὐ βλάπτει τοσοῦτον ὁ Κρόνος ἀνα‐ τολικός, ὥσπερ οὐδὲ ὁ Ἄρης δυτικός.

93

Μὴ πρότερον ἀποτελέσῃς ἐκ τῶν σχημάτων, πρὶν ἂν τηρήσῃς τὴν σύνοδον. αἱ γὰρ ἀρχαὶ μετατρέπονται ἐν
πάσῃ συνόδῳ. μῖξον οὗν ἀμφότερα καὶ οὐχ ἁμαρτήσεις.58

94

Ὁ τόπος τοῦ δυνατωτέρου ἐκ τῶν ἐπικρατητόρων δηλοῖ τὰ ἐν τῷ σκοπῷ τοῦ ἐρωτῶντος.

95

Κινδυνεύει τὰ παρανατέλλοντα ἑκάστῳ δεκανῷ δηλοῦν τὴν προαίρεσιν τοῦ γεννωμένου καὶ τὴν τέχνην ἣν μετ‐ έρχεται.

96

Τὰ δηλοῦντα τὰ ἀποτελέσματα τῆς ἐκλείψεώς εἰσι τὰ ἐγγίζοντα κέντρα· σκόπει δὲ καὶ τὴν φύσιν τῶν συνόντων ἀστέρων, πλανητῶν καὶ ἀπλανῶν, καὶ τὰ παρανατέλλοντα, καὶ κατὰ ταῦτα ἀποφαίνου.

97

Ὁ κύριος τῆς συνόδου ἢ τῆς πανσελήνου, ὅτε ἐστὶν ἐπί‐
κεντρος, τελειοῦται τὸ πρᾶγμα, περὶ οὗ ἐστιν ἡ ἐρώτησις.59

99

Οἱ διᾴττοντες καὶ οἱ κομῆται τὰ δευτερεῖα φέρουσι τῶν ἀποτελεσμάτων.

100

Οἱ διᾴττοντες δηλοῦσι ξηρότητα τοῦ ἀέρος, καὶ εἰ ἐφ’ ἓν μέρος φέρονται, δηλοῦσι τὸν ἐπ’ ἐκείνης τῆς γωνίας ἄνεμον, εἰ δὲ εἰς διάφορα μέρη φέρονται, δηλοῦσιν ὕδατος ἐλάττωσιν καὶ ἀκαταστασίαν ἀέρος καὶ στρατευμάτων
5ἐπιδρομάς. οἱ δὲ κομῆται, ὧν ἡ ἀπόστασις ἀπὸ τοῦ ἡλίου ἕνδεκά ἐστιν ζῴδια, εἰ φαίνουσιν ἐν κέντρῳ βασιλείας τινός, τελευτήσει ὁ βασιλεὺς ἐκείνης ἢ μέγας τις ἐν αὐτῇ, εἰ δ’ ἐν ἐπαναφορᾷ, εὖ ἕξει τὰ τῶν κειμηλίων αὐτοῦ καὶ ἀλλάξει τὸν διοικητὴν αὐτοῦ, εἰ δ’ ἐν ἀποκλίματι,
10γίνονται ἀρρωστίαι καὶ αἰφνίδιοι θάνατοι, εἰ δὲ κινεῖται ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ἐπελεύσεται ἐχθρὸς ἀλλότριος ταῖς χώραις, εἰ δὲ οὐ κινεῖται, ἐγχώριος ἔσται ὁ ἐχθρός.60

100*

[Πάσης πόλεως ἐχούσης τὸν Ἄρην μεσουρανοῦντα οἱ
βασιλεῖς σπάθαις ἀναιροῦνται ὡς ἐπὶ τὸ πλεῖστον.]61